Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.39 Joseph. AJ 3.43 (English) >>Joseph. AJ 3.47

3.41ὃν οὐ καλῶς ἔχει περιορᾶν, ἀλλὰ πρὶν λαβεῖν ἰσχὺν καὶ παρελθεῖν εἰς εὐπορίαν καὶ αὐτὸν τῆς πρὸς ἡμᾶς κατάρξαι μάχης θαρρήσαντας τῷ μηδὲν αὐτοῖς παρʼ ἡμῶν ἀπαντᾶν καταλύειν ἀσφαλὲς καὶ σῶφρον δίκην αὐτοὺς καὶ περὶ τῆς ἐρήμου καὶ τῶν ἐν αὐτῇ πραχθέντων ἀπαιτοῦντας, ἀλλʼ οὐχ ὅταν ταῖς πόλεσιν ἡμῶν καὶ τοῖς ἀγαθοῖς ἐπιβάλωσι τὰς χεῖρας. 3.42οἱ δὲ ἀρχομένην δύναμιν ἐχθρῶν πειρώμενοι καταλύειν ἀγαθοὶ συνεῖναι μᾶλλον, οἱ προκόψασαν μείζω κωλύοντες γενέσθαι· οἱ μὲν γὰρ τοῦ περισσοῦ δοκοῦσι νεμεσᾶν, οἱ δʼ οὐδεμίαν αὐτοῖς ἀφορμὴν κατʼ αὐτῶν ἐῶσι γενέσθαι. τοιαῦτα τοῖς τε πλησιοχώροις καὶ πρὸς ἀλλήλους πρεσβευόμενοι χωρεῖν τοῖς Ἑβραίοις ἐγνώκεσαν εἰς μάχην. 3.43

Μωυσεῖ δʼ οὐδὲν προσδοκῶντι πολέμιον ἀπορίαν καὶ ταραχὴν ἐνεποίει τὰ τῶν ἐπιχωρίων, καὶ παρόντων ἐπὶ τὴν μάχην ἤδη καὶ κινδυνεύειν δέον ἐθορύβει χαλεπῶς τὸ τῶν Ἑβραίων πλῆθος ἐν ἀπορίᾳ μὲν ὂν ἁπάντων, μέλλον δὲ πολεμεῖν πρὸς ἀνθρώπους τοῖς πᾶσι καλῶς ἐξηρτυμένους. 3.44παραμυθίας οὖν Μωυσῆς ἤρχετο καὶ θαρρεῖν παρεκάλει τῇ τοῦ θεοῦ ψήφῳ πεπιστευκότας, ὑφʼ ἧς εἰς τὴν ἐλευθερίαν ἠρμένοι κατανικήσειαν τοὺς περὶ αὐτῆς εἰς μάχην αὐτοῖς καθισταμένους, 3.45ὑπολαμβάνειν δὲ τὸ μὲν αὐτῶν εἶναι στράτευμα πολὺ καὶ πάντων ἀπροσδεές, ὅπλων χρημάτων τροφῆς τῶν ἄλλων, ὧν παρόντων ἐκ πεποιθήσεως πολεμοῦσιν ἄνθρωποι, κρίνοντας ἐν τῇ παρὰ τοῦ θεοῦ συμμαχίᾳ ταῦτα αὐτοῖς παρεῖναι, τὸ δὲ τῶν ἐναντίων ὀλίγον ἄνοπλον ἀσθενές, οἷον καὶ μὴ ὑπὸ τοιούτων, οἵοις αὐτοῖς σύνοιδεν οὖσιν, νικᾶσθαι βουλομένου τοῦ θεοῦ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.39 Joseph. AJ 3.43 (English) >>Joseph. AJ 3.47

Powered by PhiloLogic